Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.55 Dem. 27.58 (English) >>Dem. 27.61

27.57 τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν; καὶ τίς ἂν πιστεύσειεν; οὐκ ἔστιν ταῦτʼ, ἄνδρες δικασταί, οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν πατήρ, πάντα τούτοις παρέδωκεν, οὗτος δʼ, ἵνʼ ἧττον ἐλεηθῶ παρʼ ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται.

27.58πολλὰ μὲν οὖν ἔγωγʼ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· ἓν δὲ περὶ πάντων κεφάλαιον εἰπών, πάσας αὐτοῦ διαλύσω τὰς ἀπολογίας. τούτῳ γὰρ ἐξῆν μηδὲν ἔχειν τούτων τῶν πραγμάτων, μισθώσαντι τὸν οἶκον κατὰ τουτουσὶ τοὺς νόμους. λαβὲ τοὺς νόμους καὶ ἀνάγνωθι.Νόμοι

κατὰ τούτους τοὺς νόμους Ἀντιδώρῳ μὲν ἐκ τριῶν ταλάντων καὶ τρισχιλίων ἐν ἓξ ἔτεσιν ἓξ τάλαντα καὶ πλέον ἐκ τοῦ μισθωθῆναι παρεδόθη, καὶ ταῦθʼ ὑμῶν τινὲς εἶδον· Θεογένης γὰρ Προβαλίσιος, μισθωσάμενος αὐτοῦ τὸν οἶκον, ἐν τῇ ἀγορᾷ ταῦτα τὰ χρήματʼ ἐξηρίθμησεν. 27.59ἐμοὶ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκʼ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτʼ αὐτόν. εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ ἐμοὶ πάντʼ ἀποδεδομένα. εἰ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδʼ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, δὲ καὶ πρὸς ὀφείλοντά μʼ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων; οὐδαμῶς δήπουθεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.55 Dem. 27.58 (English) >>Dem. 27.61

Powered by PhiloLogic